<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="191">τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,</l><l n="192">ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.</l><l n="193">ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="194">ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη</l><l n="195">οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="196">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="197">στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα</l><l n="198">οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·</l></div></div></body></text></TEI>