<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="183">τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</l><l n="184">πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον</l><l n="185">αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς</l><l n="186">ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</l><l n="187">ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ</l><l n="189">στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,</l><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="191">τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,</l><l n="192">ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.</l><l n="193">ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="194">ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη</l><l n="195">οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="196">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="197">στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα</l><l n="198">οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·</l><l n="199">θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω</l><l n="200">Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·</l><l n="201">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="202">τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;</l><l n="203">ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;</l><l n="204">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·</l><l n="205">ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.</l></q><milestone ed="p" n="206" unit="card"/><l n="206"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="207">ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,</l><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l><l n="211">ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·</l><l n="212">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="213">καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα</l><l n="214">ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.</l></q><l n="215"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="216">χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι</l><l n="217">καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·</l><l n="218">ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.</l></q><l n="219"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,</l><l n="220">ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε</l><l n="221">μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει</l><l n="222">δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.</l><l n="223"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν</l><l n="224">Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·</l><q><l n="225">οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,</l><l n="226">οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι</l><l n="227">οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν</l><l n="228">τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.</l><l n="229">ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="230">δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·</l><l n="231">δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·</l><l n="232">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.</l><l n="233">ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="234">ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους</l><l n="235">φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,</l><l n="236">οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε</l><l n="237">φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν</l><l n="238">ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας</l><l n="239">πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·</l><l n="240">ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν</l><l n="241">σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ</l><l n="242">χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="243">θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις</l><l n="244">χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.</l></q><milestone ed="p" n="245" unit="card"/><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="246">χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·</l><l n="247">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ</l><l n="248">ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,</l><l n="249">τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·</l><l n="250">τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων</l><l n="251">ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο</l><l n="252">ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</l><l n="253">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·</l><l n="255">ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="256">ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ</l><l n="257">εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,</l><l n="258">οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.</l><l n="259">ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·</l><l n="260">ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν</l><l n="261">ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.</l><l n="262">οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,</l><l n="263">οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν</l><l n="264">Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον</l><l n="265">Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·</l><l n="266">κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·</l><l n="267">κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο</l><l n="268">φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.</l><l n="269">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν</l><l n="270">τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·</l><l n="271">καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις</l><l n="272">τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·</l><l n="273">καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·</l><l n="274">ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·</l><l n="275">μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,</l><l n="276">ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·</l><l n="277">μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ</l><l n="278">ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς</l><l n="279">σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.</l><l n="280">εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,</l><l n="281">ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.</l><l n="282">Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε</l><l n="283">λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν</l><l n="284">ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.</l></q><milestone ed="p" n="285" unit="card"/><l n="285"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="286">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="287">ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,</l><l n="288">πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,</l><l n="289">πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·</l><l n="290">εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες</l><l n="291">τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;</l></q><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·</l><q><l n="293">ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην</l><l n="294">εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·</l><l n="295">ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε</l><l n="296">σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.</l><l n="297">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="298">χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης</l><l n="299">οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·</l><l n="300">τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ</l><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l><l n="305">ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·</l><l n="306">Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας</l><l n="307">ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·</l><l n="308">Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,</l><l n="309">ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην</l><l n="310">βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον</l><l n="311">εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="313">λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·</l><l n="314">οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,</l><l n="315">ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας</l><l n="316">ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·</l><l n="317">κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.</l><l n="318"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων</l><l n="319">λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,</l><l n="320">ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,</l><l n="321">τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·</l><q><l n="322">ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·</l><l n="323">χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·</l><l n="324">εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="325">ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="327">τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,</l><l n="328">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="329">τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="330">ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.</l><l n="331">τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα</l><l n="332">στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="333">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="334">χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,</l><l n="335">ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,</l><l n="336">ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.</l><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l><l n="343">οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,</l><l n="344">ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.</l></q><milestone ed="p" n="345" unit="card"/><l n="345"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="346">ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,</l><l n="347">δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·</l><l n="348">ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="349">δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,</l><l n="350">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·</l><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l></q></div></div></body></text></TEI>