<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="181">οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·</l><l n="182">ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,</l><l n="183">τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</l><l n="184">πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον</l><l n="185">αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς</l><l n="186">ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</l><l n="187">ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ</l><l n="189">στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,</l><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="191">τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,</l><l n="192">ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.</l><l n="193">ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="194">ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη</l><l n="195">οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη</l></div></div></body></text></TEI>