<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="172"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="173">φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε</l><l n="174">λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι</l><l n="175">οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.</l><l n="176">ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·</l><l n="177">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·</l><l n="178">εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·</l><l n="179">οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι</l><l n="180">Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,</l><l n="181">οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·</l><l n="182">ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,</l><l n="183">τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</l><l n="184">πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον</l><l n="185">αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς</l><l n="186">ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</l><l n="187">ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ</l><l n="189">στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,</l><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l></div></div></body></text></TEI>