<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="166">χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,</l><l n="167">σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε</l><l n="168">ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.</l><l n="169">νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="170">οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω</l><l n="171">ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.</l></q><milestone ed="p" n="172" unit="card"/><l n="172"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="173">φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε</l><l n="174">λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι</l><l n="175">οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.</l><l n="176">ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·</l><l n="177">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·</l><l n="178">εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·</l><l n="179">οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι</l><l n="180">Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,</l></q></div></div></body></text></TEI>