χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω