ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω, οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ. ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι. ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ· δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις· ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο. ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι· ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν, οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος· ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας. ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός· Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής, τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν· ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει· ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν, οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι. ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο· ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον. οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι, οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν· κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν· κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν. καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί· καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο· καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ· ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον· μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην, ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν· μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν. εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ, ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει. Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες· ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων, πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν, πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω· εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι; τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς· ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς· ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω. ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι· χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες· τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο· εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε· αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί. ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν· Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν· Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν, ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς. οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν· οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον, ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο· κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ, ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε, τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε· ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος· χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον· εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται. ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο, Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην, τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς. τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο· αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε· χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν, ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων, ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης. ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει, οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω, ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί. ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ, ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον, δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν· ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς, θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον· πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς· μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα, τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν· ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι· καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη, καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος, χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω. τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω; ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος, τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα· καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν, ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον. Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα, στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς, Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν. ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ, ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε· χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν, ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο. αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι· Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί· τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι· τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν. ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος· ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ. πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι, ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη· ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν, ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον, ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων· ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων· τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν. τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι, τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος, γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν. τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα· ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα; αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν· νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι. τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται. ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν· Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο· δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ, καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ, καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω. ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην. οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ, ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς. ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν· ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης, ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι· ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο. τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν· ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα, ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν. ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν, χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο. τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών· κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις· ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο, τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν· ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ· ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον. ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων. αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν, μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν· καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν. αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο, μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα. αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα δαίνυντʼ, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης. αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο, νώμησαν δʼ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν· οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν μέλποντες ἑκάεργον· ὃ δὲ φρένα τέρπετʼ ἀκούων. ἦμος δʼ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε, δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός· ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, καὶ τότʼ ἔπειτʼ ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν· τοῖσιν δʼ ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων· οἳ δʼ ἱστὸν στήσαντʼ ἀνά θʼ ἱστία λευκὰ πέτασσαν, ἐν δʼ ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα στείρῃ πορφύρεον μεγάλʼ ἴαχε νηὸς ἰούσης· ἣ δʼ ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον. αὐτὰρ ἐπεί ῥʼ ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν, νῆα μὲν οἵ γε μέλαιναν ἐπʼ ἠπείροιο ἔρυσσαν ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δʼ ἕρματα μακρὰ τάνυσσαν· αὐτοὶ δʼ ἐσκίδναντο κατὰ κλισίας τε νέας τε. αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς· οὔτέ ποτʼ εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν οὔτέ ποτʼ ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ αὖθι μένων, ποθέεσκε δʼ ἀϋτήν τε πτόλεμόν τε. ἀλλʼ ὅτε δή ῥʼ ἐκ τοῖο δυωδεκάτη γένετʼ ἠώς, καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες πάντες ἅμα, Ζεὺς δʼ ἦρχε· Θέτις δʼ οὐ λήθετʼ ἐφετμέων παιδὸς ἑοῦ, ἀλλʼ ἥ γʼ ἀνεδύσετο κῦμα θαλάσσης. ἠερίη δʼ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε. εὗρεν δʼ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο· καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων σκαιῇ, δεξιτερῇ δʼ ἄρʼ ὑπʼ ἀνθερεῶνος ἑλοῦσα λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα· Ζεῦ πάτερ εἴ ποτε δή σε μετʼ ἀθανάτοισιν ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων ἔπλετʼ· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας. ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ· τόφρα δʼ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρʼ ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ. ὣς φάτο· τὴν δʼ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς, ἀλλʼ ἀκέων δὴν ἧστο· Θέτις δʼ ὡς ἥψατο γούνων ὣς ἔχετʼ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις· νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον ἢ ἀπόειπʼ, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρʼ ἐῢ εἰδέω ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς· ἦ δὴ λοίγια ἔργʼ ὅ τέ μʼ ἐχθοδοπῆσαι ἐφήσεις Ἥρῃ ὅτʼ ἄν μʼ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν· ἣ δὲ καὶ αὔτως μʼ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν. ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω· εἰ δʼ ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς· τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετʼ ἀθανάτοισι μέγιστον τέκμωρ· οὐ γὰρ ἐμὸν παλινάγρετον οὐδʼ ἀπατηλὸν οὐδʼ ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω. ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων· ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο· μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. τώ γʼ ὣς βουλεύσαντε διέτμαγεν· ἣ μὲν ἔπειτα εἰς ἅλα ἆλτο βαθεῖαν ἀπʼ αἰγλήεντος Ὀλύμπου, Ζεὺς δὲ ἑὸν πρὸς δῶμα· θεοὶ δʼ ἅμα πάντες ἀνέσταν ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον· οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον, ἀλλʼ ἀντίοι ἔσταν ἅπαντες. ὣς ὃ μὲν ἔνθα καθέζετʼ ἐπὶ θρόνου· οὐδέ μιν Ἥρη ἠγνοίησεν ἰδοῦσʼ ὅτι οἱ συμφράσσατο βουλὰς ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος. αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα· τίς δʼ αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς; αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν· οὐδέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς. τὴν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ ἀνδρῶν τε θεῶν τε· Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· χαλεποί τοι ἔσοντʼ ἀλόχῳ περ ἐούσῃ· ἀλλʼ ὃν μέν κʼ ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτʼ ἀνθρώπων· ὃν δέ κʼ ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·