τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,