<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="145">ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</l><l n="146">ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,</l><l n="147">ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.</l></q><l n="148"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="149">ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον</l><l n="150">πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</l><l n="151">ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</l><l n="152">οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων</l><l n="153">δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·</l><l n="154">οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,</l><l n="155">οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ</l><l n="156">καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ</l><l n="157">οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·</l><l n="158">ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,</l><l n="159">τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα</l><l n="160">πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·</l><l n="161">καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,</l><l n="162">ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.</l></q></div></div></body></text></TEI>