ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,