<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="134">ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;</l><l n="135">ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</l><l n="136">ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</l><l n="137">εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="138">ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</l><l n="139">ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.</l><l n="140">ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,</l><l n="141">νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="142">ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην</l><l n="143">θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον</l><l n="144">βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,</l><l n="145">ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</l><l n="146">ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,</l><l n="147">ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.</l></q><l n="148"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="149">ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον</l><l n="150">πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</l><l n="151">ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</l><l n="152">οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων</l></q></div></div></body></text></TEI>