δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι; ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·