οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων, οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα. ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον· βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι· αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε· λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς· Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων, πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί; οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά· ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται, λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν. ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι. τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων· μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις. ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι; ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται· εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι. ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις, νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν, ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω, ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν, ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι; οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν· οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους, οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα· ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς, τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις· καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς, ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν. οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον· ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται, σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων. νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν. τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων· φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς. ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων· αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε· εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν· οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω, οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε· ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων, τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην. ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν, ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι, ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν. ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν, ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο· θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν· καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας; ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο; ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω· ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ. τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη· ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι, οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε· ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί· ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ· ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται· καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν. τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς· χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον· ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ. ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν, ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους. Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·