<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><q><l n="109">καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</l><l n="110">ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,</l><l n="111">οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα</l><l n="112">οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</l><l n="113">οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα</l><l n="114">κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</l><l n="115">οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.</l><l n="116">ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·</l><l n="117">βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</l></q></div></div></body></text></TEI>