μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας· αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι, ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας· καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει, οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν