<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="1"><milestone ed="P" unit="para"/>μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος</l><l n="2">οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,</l><l n="3">πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν</l><l n="4">ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν</l><l n="5">οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,</l><l n="6">ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε</l><l n="7">Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.</l><l n="8"><milestone ed="P" unit="Para"/>τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;</l><l n="9">Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς</l><l n="10">νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,</l><l n="11">οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα</l><l n="12">Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="13">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="14">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="15">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="16">Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·</l><q><l n="17">Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,</l><l n="18">ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="19">ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·</l><l n="20">παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,</l><l n="21">ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.</l></q><l n="22"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="23">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="24">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="25">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><q><l n="26">μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω</l><l n="27">ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,</l><l n="28">μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·</l><l n="29">τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν</l><l n="30">ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης</l><l n="31">ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·</l><l n="32">ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.</l></q><milestone ed="p" n="33" unit="card"/><l n="33"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·</l><l n="34">βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·</l><l n="35">πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς</l><l n="36">Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·</l><q><l n="37">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="38">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,</l><l n="39">Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,</l><l n="40">ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα</l><l n="41">ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</l><l n="42">τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.</l></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,</l><l n="44">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</l><l n="45">τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</l><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l></div></div></body></text></TEI>