<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="1"><milestone ed="P" unit="para"/>μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος</l><l n="2">οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,</l><l n="3">πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν</l><l n="4">ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν</l><l n="5">οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,</l><l n="6">ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε</l><l n="7">Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.</l><l n="8"><milestone ed="P" unit="Para"/>τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;</l><l n="9">Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς</l><l n="10">νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,</l><l n="11">οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα</l><l n="12">Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="13">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="14">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="15">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="16">Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·</l><q><l n="17">Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,</l><l n="18">ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="19">ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·</l><l n="20">παῖδα δʼ ἐμοὶ λύσαιτε φίλην, τὰ δʼ ἄποινα δέχεσθαι,</l><l n="21">ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.</l></q><l n="22"><milestone ed="P" unit="para"/>ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="23">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="24">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="25">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><q><l n="26">μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω</l><l n="27">ἢ νῦν δηθύνοντʼ ἢ ὕστερον αὖτις ἰόντα,</l><l n="28">μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο·</l><l n="29">τὴν δʼ ἐγὼ οὐ λύσω· πρίν μιν καὶ γῆρας ἔπεισιν</l><l n="30">ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης</l><l n="31">ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν·</l><l n="32">ἀλλʼ ἴθι μή μʼ ἐρέθιζε σαώτερος ὥς κε νέηαι.</l></q><milestone ed="p" n="33" unit="card"/><l n="33"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, ἔδεισεν δʼ ὃ γέρων καὶ ἐπείθετο μύθῳ·</l><l n="34">βῆ δʼ ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης·</l><l n="35">πολλὰ δʼ ἔπειτʼ ἀπάνευθε κιὼν ἠρᾶθʼ ὁ γεραιὸς</l><l n="36">Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ·</l><q><l n="37">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="38">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις,</l><l n="39">Σμινθεῦ εἴ ποτέ τοι χαρίεντʼ ἐπὶ νηὸν ἔρεψα,</l><l n="40">ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρίʼ ἔκηα</l><l n="41">ταύρων ἠδʼ αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ·</l><l n="42">τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.</l></q><l n="43"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων,</l><l n="44">βῆ δὲ κατʼ Οὐλύμποιο καρήνων χωόμενος κῆρ,</l><l n="45">τόξʼ ὤμοισιν ἔχων ἀμφηρεφέα τε φαρέτρην·</l><l n="46">ἔκλαγξαν δʼ ἄρʼ ὀϊστοὶ ἐπʼ ὤμων χωομένοιο,</l><l n="47">αὐτοῦ κινηθέντος· ὃ δʼ ἤϊε νυκτὶ ἐοικώς.</l><l n="48">ἕζετʼ ἔπειτʼ ἀπάνευθε νεῶν, μετὰ δʼ ἰὸν ἕηκε·</l><l n="49">δεινὴ δὲ κλαγγὴ γένετʼ ἀργυρέοιο βιοῖο·</l><l n="50">οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,</l><l n="51">αὐτὰρ ἔπειτʼ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς</l><l n="52">βάλλʼ· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.</l><l n="53"><milestone ed="P" unit="para"/>ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,</l><l n="54">τῇ δεκάτῃ δʼ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς·</l><l n="55">τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη·</l><l n="56">κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.</l><l n="57">οἳ δʼ ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέες τε γένοντο,</l><l n="58">τοῖσι δʼ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="59">Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω</l><l n="60">ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,</l><l n="61">εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς·</l><l n="62">ἀλλʼ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα</l><l n="63">ἢ καὶ ὀνειροπόλον, καὶ γάρ τʼ ὄναρ ἐκ Διός ἐστιν,</l><l n="64">ὅς κʼ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,</l><l n="65">εἴτʼ ἄρʼ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται ἠδʼ ἑκατόμβης,</l><l n="66">αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων</l><l n="67">βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.</l></q><milestone ed="p" n="68" unit="card"/><l n="68"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="69">Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχʼ ἄριστος,</l><l n="70">ὃς ᾔδη τά τʼ ἐόντα τά τʼ ἐσσόμενα πρό τʼ ἐόντα,</l><l n="71">καὶ νήεσσʼ ἡγήσατʼ Ἀχαιῶν Ἴλιον εἴσω</l><l n="72">ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων·</l><l n="73">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="74">ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι</l><l n="75">μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος·</l><l n="76">τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο καί μοι ὄμοσσον</l><l n="77">ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν·</l><l n="78">ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων</l><l n="79">Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί·</l><l n="80">κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ·</l><l n="81">εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,</l><l n="82">ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,</l><l n="83">ἐν στήθεσσιν ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις.</l></q><l n="84"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="85">θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα·</l><l n="86">οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧ τε σὺ Κάλχαν</l><l n="87">εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,</l><l n="88">οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο</l><l n="89">σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει</l><l n="90">συμπάντων Δαναῶν, οὐδʼ ἢν Ἀγαμέμνονα εἴπῃς,</l><l n="91">ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.</l></q><milestone ed="p" n="92" unit="card"/><l n="92"><milestone ed="P" unit="para"/>καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·</l><q><l n="93">οὔ τʼ ἄρ ὅ γʼ εὐχωλῆς ἐπιμέμφεται οὐδʼ ἑκατόμβης,</l><l n="94">ἀλλʼ ἕνεκʼ ἀρητῆρος ὃν ἠτίμησʼ Ἀγαμέμνων,</l><l n="95">οὐδʼ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατʼ ἄποινα,</l><l n="96">τοὔνεκʼ ἄρʼ ἄλγεʼ ἔδωκεν ἑκηβόλος ἠδʼ ἔτι δώσει·</l><l n="97">οὐδʼ ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει</l><l n="98">πρίν γʼ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην</l><l n="99">ἀπριάτην ἀνάποινον, ἄγειν θʼ ἱερὴν ἑκατόμβην</l><l n="100">ἐς Χρύσην· τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.</l></q><l n="101"><milestone ed="P" unit="para"/>ἤτοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο· τοῖσι δʼ ἀνέστη</l><l n="102">ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="103">ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι</l><l n="104">πίμπλαντʼ, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην·</l><l n="105">Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπε·</l><q><l n="106">μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας·</l><l n="107">αἰεί τοι τὰ κάκʼ ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,</l><l n="108">ἐσθλὸν δʼ οὔτέ τί πω εἶπας ἔπος οὔτʼ ἐτέλεσσας·</l><l n="109">καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις</l><l n="110">ὡς δὴ τοῦδʼ ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,</l><l n="111">οὕνεκʼ ἐγὼ κούρης Χρυσηΐδος ἀγλάʼ ἄποινα</l><l n="112">οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν</l><l n="113">οἴκοι ἔχειν· καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα</l><l n="114">κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,</l><l n="115">οὐ δέμας οὐδὲ φυήν, οὔτʼ ἂρ φρένας οὔτέ τι ἔργα.</l><l n="116">ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γʼ ἄμεινον·</l><l n="117">βούλομʼ ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι·</l><l n="118">αὐτὰρ ἐμοὶ γέρας αὐτίχʼ ἑτοιμάσατʼ ὄφρα μὴ οἶος</l><l n="119">Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐδὲ ἔοικε·</l><l n="120">λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.</l></q><l n="121"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς·</l><q><l n="122">Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,</l><l n="123">πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;</l><l n="124">οὐδέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά·</l><l n="125">ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,</l><l n="126">λαοὺς δʼ οὐκ ἐπέοικε παλίλλογα ταῦτʼ ἐπαγείρειν.</l><l n="127">ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες· αὐτὰρ Ἀχαιοὶ</l><l n="128">τριπλῇ τετραπλῇ τʼ ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς</l><l n="129">δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.</l></q><milestone ed="p" n="130" unit="card"/><l n="130"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="131">μὴ δʼ οὕτως ἀγαθός περ ἐὼν θεοείκελʼ Ἀχιλλεῦ</l><l n="132">κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις.</l><l n="133">ἦ ἐθέλεις ὄφρʼ αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμʼ αὔτως</l><l n="134">ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδʼ ἀποδοῦναι;</l><l n="135">ἀλλʼ εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ</l><l n="136">ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται·</l><l n="137">εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="138">ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος</l><l n="139">ἄξω ἑλών· ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.</l><l n="140">ἀλλʼ ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,</l><l n="141">νῦν δʼ ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="142">ἐν δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δʼ ἑκατόμβην</l><l n="143">θείομεν, ἂν δʼ αὐτὴν Χρυσηΐδα καλλιπάρῃον</l><l n="144">βήσομεν· εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,</l><l n="145">ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς</l><l n="146">ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατʼ ἀνδρῶν,</l><l n="147">ὄφρʼ ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.</l></q><l n="148"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="149">ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον</l><l n="150">πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν</l><l n="151">ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;</l><l n="152">οὐ γὰρ ἐγὼ Τρώων ἕνεκʼ ἤλυθον αἰχμητάων</l><l n="153">δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν·</l><l n="154">οὐ γὰρ πώποτʼ ἐμὰς βοῦς ἤλασαν οὐδὲ μὲν ἵππους,</l><l n="155">οὐδέ ποτʼ ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ</l><l n="156">καρπὸν ἐδηλήσαντʼ, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ</l><l n="157">οὔρεά τε σκιόεντα θάλασσά τε ἠχήεσσα·</l><l n="158">ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἅμʼ ἑσπόμεθʼ ὄφρα σὺ χαίρῃς,</l><l n="159">τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα</l><l n="160">πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὐδʼ ἀλεγίζεις·</l><l n="161">καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,</l><l n="162">ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.</l><l n="163">οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότʼ Ἀχαιοὶ</l><l n="164">Τρώων ἐκπέρσωσʼ εὖ ναιόμενον πτολίεθρον·</l><l n="165">ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο</l><l n="166">χεῖρες ἐμαὶ διέπουσʼ· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,</l><l n="167">σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δʼ ὀλίγον τε φίλον τε</l><l n="168">ἔρχομʼ ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.</l><l n="169">νῦν δʼ εἶμι Φθίην δʼ, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν</l><l n="170">οἴκαδʼ ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐδέ σʼ ὀΐω</l><l n="171">ἐνθάδʼ ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.</l></q><milestone ed="p" n="172" unit="card"/><l n="172"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="173">φεῦγε μάλʼ εἴ τοι θυμὸς ἐπέσσυται, οὐδέ σʼ ἔγωγε</l><l n="174">λίσσομαι εἵνεκʼ ἐμεῖο μένειν· πάρʼ ἔμοιγε καὶ ἄλλοι</l><l n="175">οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.</l><l n="176">ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων·</l><l n="177">αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι τε·</l><l n="178">εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γʼ ἔδωκεν·</l><l n="179">οἴκαδʼ ἰὼν σὺν νηυσί τε σῇς καὶ σοῖς ἑτάροισι</l><l n="180">Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δʼ ἐγὼ οὐκ ἀλεγίζω,</l><l n="181">οὐδʼ ὄθομαι κοτέοντος· ἀπειλήσω δέ τοι ὧδε·</l><l n="182">ὡς ἔμʼ ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,</l><l n="183">τὴν μὲν ἐγὼ σὺν νηΐ τʼ ἐμῇ καὶ ἐμοῖς ἑτάροισι</l><l n="184">πέμψω, ἐγὼ δέ κʼ ἄγω Βρισηΐδα καλλιπάρῃον</l><l n="185">αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρʼ ἐῢ εἰδῇς</l><l n="186">ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος</l><l n="187">ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.</l></q><l n="188"><milestone ed="P" unit="para"/>ὣς φάτο· Πηλεΐωνι δʼ ἄχος γένετʼ, ἐν δέ οἱ ἦτορ</l><l n="189">στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,</l><l n="190">ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ</l><l n="191">τοὺς μὲν ἀναστήσειεν, ὃ δʼ Ἀτρεΐδην ἐναρίζοι,</l><l n="192">ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.</l><l n="193">ἧος ὃ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,</l><l n="194">ἕλκετο δʼ ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δʼ Ἀθήνη</l><l n="195">οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="196">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="197">στῆ δʼ ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα</l><l n="198">οἴῳ φαινομένη· τῶν δʼ ἄλλων οὔ τις ὁρᾶτο·</l><l n="199">θάμβησεν δʼ Ἀχιλεύς, μετὰ δʼ ἐτράπετʼ, αὐτίκα δʼ ἔγνω</l><l n="200">Παλλάδʼ Ἀθηναίην· δεινὼ δέ οἱ ὄσσε φάανθεν·</l><l n="201">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="202">τίπτʼ αὖτʼ αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;</l><l n="203">ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;</l><l n="204">ἀλλʼ ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω·</l><l n="205">ᾗς ὑπεροπλίῃσι τάχʼ ἄν ποτε θυμὸν ὀλέσσῃ.</l></q><milestone ed="p" n="206" unit="card"/><l n="206"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη·</l><q><l n="207">ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,</l><l n="208">οὐρανόθεν· πρὸ δέ μʼ ἧκε θεὰ λευκώλενος Ἥρη</l><l n="209">ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε·</l><l n="210">ἀλλʼ ἄγε λῆγʼ ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί·</l><l n="211">ἀλλʼ ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ·</l><l n="212">ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται·</l><l n="213">καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα</l><l n="214">ὕβριος εἵνεκα τῆσδε· σὺ δʼ ἴσχεο, πείθεο δʼ ἡμῖν.</l></q><l n="215"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="216">χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι</l><l n="217">καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον·</l><l n="218">ὅς κε θεοῖς ἐπιπείθηται μάλα τʼ ἔκλυον αὐτοῦ.</l></q><l n="219"><milestone ed="P" unit="para"/>ἦ καὶ ἐπʼ ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,</l><l n="220">ἂψ δʼ ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδʼ ἀπίθησε</l><l n="221">μύθῳ Ἀθηναίης· ἣ δʼ Οὔλυμπον δὲ βεβήκει</l><l n="222">δώματʼ ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.</l><l n="223"><milestone ed="P" unit="para"/>Πηλεΐδης δʼ ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν</l><l n="224">Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο·</l><q><l n="225">οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο,</l><l n="226">οὔτέ ποτʼ ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι</l><l n="227">οὔτε λόχον δʼ ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν</l><l n="228">τέτληκας θυμῷ· τὸ δέ τοι κὴρ εἴδεται εἶναι.</l><l n="229">ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν</l><l n="230">δῶρʼ ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ·</l><l n="231">δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις·</l><l n="232">ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.</l><l n="233">ἀλλʼ ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι·</l><l n="234">ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους</l><l n="235">φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,</l><l n="236">οὐδʼ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε</l><l n="237">φύλλά τε καὶ φλοιόν· νῦν αὖτέ μιν υἷες Ἀχαιῶν</l><l n="238">ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵ τε θέμιστας</l><l n="239">πρὸς Διὸς εἰρύαται· ὃ δέ τοι μέγας ἔσσεται ὅρκος·</l><l n="240">ἦ ποτʼ Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν</l><l n="241">σύμπαντας· τότε δʼ οὔ τι δυνήσεαι ἀχνύμενός περ</l><l n="242">χραισμεῖν, εὖτʼ ἂν πολλοὶ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο</l><l n="243">θνήσκοντες πίπτωσι· σὺ δʼ ἔνδοθι θυμὸν ἀμύξεις</l><l n="244">χωόμενος ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.</l></q><milestone ed="p" n="245" unit="card"/><l n="245"><milestone ed="P" unit="para"/>ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ</l><l n="246">χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δʼ αὐτός·</l><l n="247">Ἀτρεΐδης δʼ ἑτέρωθεν ἐμήνιε· τοῖσι δὲ Νέστωρ</l><l n="248">ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,</l><l n="249">τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή·</l><l n="250">τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων</l><l n="251">ἐφθίαθʼ, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδʼ ἐγένοντο</l><l n="252">ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν·</l><l n="253">ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="254">ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει·</l><l n="255">ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιό τε παῖδες</l><l n="256">ἄλλοι τε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ</l><l n="257">εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,</l><l n="258">οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δʼ ἐστὲ μάχεσθαι.</l><l n="259">ἀλλὰ πίθεσθʼ· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο·</l><l n="260">ἤδη γάρ ποτʼ ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν</l><l n="261">ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον.</l><l n="262">οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι,</l><l n="263">οἷον Πειρίθοόν τε Δρύαντά τε ποιμένα λαῶν</l><l n="264">Καινέα τʼ Ἐξάδιόν τε καὶ ἀντίθεον Πολύφημον</l><l n="265">Θησέα τʼ Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν·</l><l n="266">κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν·</l><l n="267">κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο</l><l n="268">φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.</l><l n="269">καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν</l><l n="270">τηλόθεν ἐξ ἀπίης γαίης· καλέσαντο γὰρ αὐτοί·</l><l n="271">καὶ μαχόμην κατʼ ἔμʼ αὐτὸν ἐγώ· κείνοισι δʼ ἂν οὔ τις</l><l n="272">τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο·</l><l n="273">καὶ μέν μευ βουλέων ξύνιεν πείθοντό τε μύθῳ·</l><l n="274">ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον·</l><l n="275">μήτε σὺ τόνδʼ ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,</l><l n="276">ἀλλʼ ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν·</l><l n="277">μήτε σὺ Πηλείδη ἔθελʼ ἐριζέμεναι βασιλῆϊ</l><l n="278">ἀντιβίην, ἐπεὶ οὔ ποθʼ ὁμοίης ἔμμορε τιμῆς</l><l n="279">σκηπτοῦχος βασιλεύς, ᾧ τε Ζεὺς κῦδος ἔδωκεν.</l><l n="280">εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,</l><l n="281">ἀλλʼ ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.</l><l n="282">Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος· αὐτὰρ ἔγωγε</l><l n="283">λίσσομʼ Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν</l><l n="284">ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.</l></q><milestone ed="p" n="285" unit="card"/><l n="285"><milestone ed="P" unit="para"/>τὸν δʼ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων·</l><q><l n="286">ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες·</l><l n="287">ἀλλʼ ὅδʼ ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,</l><l n="288">πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δʼ ἀνάσσειν,</l><l n="289">πᾶσι δὲ σημαίνειν, ἅ τινʼ οὐ πείσεσθαι ὀΐω·</l><l n="290">εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες</l><l n="291">τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;</l></q><l n="292"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς·</l><q><l n="293">ἦ γάρ κεν δειλός τε καὶ οὐτιδανὸς καλεοίμην</l><l n="294">εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς·</l><l n="295">ἄλλοισιν δὴ ταῦτʼ ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε</l><l n="296">σήμαινʼ· οὐ γὰρ ἔγωγʼ ἔτι σοὶ πείσεσθαι ὀΐω.</l><l n="297">ἄλλο δέ τοι ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι·</l><l n="298">χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης</l><l n="299">οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μʼ ἀφέλεσθέ γε δόντες·</l><l n="300">τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ</l><l n="301">τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο·</l><l n="302">εἰ δʼ ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε·</l><l n="303">αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.</l></q><l n="304"><milestone ed="P" unit="para"/>ὣς τώ γʼ ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν</l><l n="305">ἀνστήτην, λῦσαν δʼ ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν·</l><l n="306">Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας</l><l n="307">ἤϊε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν·</l><l n="308">Ἀτρεΐδης δʼ ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,</l><l n="309">ἐν δʼ ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δʼ ἑκατόμβην</l><l n="310">βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον</l><l n="311">εἷσεν ἄγων· ἐν δʼ ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>οἳ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,</l><l n="313">λαοὺς δʼ Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν·</l><l n="314">οἳ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,</l><l n="315">ἕρδον δʼ Ἀπόλλωνι τεληέσσας ἑκατόμβας</l><l n="316">ταύρων ἠδʼ αἰγῶν παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο·</l><l n="317">κνίση δʼ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.</l><l n="318"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν· οὐδʼ Ἀγαμέμνων</l><l n="319">λῆγʼ ἔριδος τὴν πρῶτον ἐπηπείλησʼ Ἀχιλῆϊ,</l><l n="320">ἀλλʼ ὅ γε Ταλθύβιόν τε καὶ Εὐρυβάτην προσέειπε,</l><l n="321">τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε·</l><q><l n="322">ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος·</l><l n="323">χειρὸς ἑλόντʼ ἀγέμεν Βρισηΐδα καλλιπάρῃον·</l><l n="324">εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι</l><l n="325">ἐλθὼν σὺν πλεόνεσσι· τό οἱ καὶ ῥίγιον ἔσται.</l></q><l n="326"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν προΐει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="327">τὼ δʼ ἀέκοντε βάτην παρὰ θῖνʼ ἁλὸς ἀτρυγέτοιο,</l><l n="328">Μυρμιδόνων δʼ ἐπί τε κλισίας καὶ νῆας ἱκέσθην,</l><l n="329">τὸν δʼ εὗρον παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ</l><l n="330">ἥμενον· οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.</l><l n="331">τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα</l><l n="332">στήτην, οὐδέ τί μιν προσεφώνεον οὐδʼ ἐρέοντο·</l><l n="333">αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέν τε·</l><q><l n="334">χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,</l><l n="335">ἆσσον ἴτʼ· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλʼ Ἀγαμέμνων,</l><l n="336">ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.</l><l n="337">ἀλλʼ ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην</l><l n="338">καί σφωϊν δὸς ἄγειν· τὼ δʼ αὐτὼ μάρτυροι ἔστων</l><l n="339">πρός τε θεῶν μακάρων πρός τε θνητῶν ἀνθρώπων</l><l n="340">καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δʼ αὖτε</l><l n="341">χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι</l><l n="342">τοῖς ἄλλοις· ἦ γὰρ ὅ γʼ ὀλοιῇσι φρεσὶ θύει,</l><l n="343">οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,</l><l n="344">ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.</l></q><milestone ed="p" n="345" unit="card"/><l n="345"><milestone ed="P" unit="para"/>ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθʼ ἑταίρῳ,</l><l n="346">ἐκ δʼ ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,</l><l n="347">δῶκε δʼ ἄγειν· τὼ δʼ αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν·</l><l n="348">ἣ δʼ ἀέκουσʼ ἅμα τοῖσι γυνὴ κίεν· αὐτὰρ Ἀχιλλεὺς</l><l n="349">δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,</l><l n="350">θῖνʼ ἔφʼ ἁλὸς πολιῆς, ὁρόων ἐπʼ ἀπείρονα πόντον·</l><l n="351">πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς·</l><q><l n="352">μῆτερ ἐπεί μʼ ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,</l><l n="353">τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι</l><l n="354">Ζεὺς ὑψιβρεμέτης· νῦν δʼ οὐδέ με τυτθὸν ἔτισεν·</l><l n="355">ἦ γάρ μʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="356">ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.</l></q><l n="357"><milestone ed="P" unit="para"/>ὣς φάτο δάκρυ χέων, τοῦ δʼ ἔκλυε πότνια μήτηρ</l><l n="358">ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι·</l><l n="359">καρπαλίμως δʼ ἀνέδυ πολιῆς ἁλὸς ἠΰτʼ ὀμίχλη,</l><l n="360">καί ῥα πάροιθʼ αὐτοῖο καθέζετο δάκρυ χέοντος,</l><l n="361">χειρί τέ μιν κατέρεξεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="362">τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;</l><l n="363">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="364"><milestone ed="P" unit="para"/>τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·</l><q><l n="365">οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντʼ ἀγορεύω;</l><l n="366">ᾠχόμεθʼ ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,</l><l n="367">τὴν δὲ διεπράθομέν τε καὶ ἤγομεν ἐνθάδε πάντα·</l><l n="368">καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,</l><l n="369">ἐκ δʼ ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.</l><l n="370">Χρύσης δʼ αὖθʼ ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος</l><l n="371">ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων</l><l n="372">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="373">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="374">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="375">Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.</l><l n="376">ἔνθʼ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ</l><l n="377">αἰδεῖσθαί θʼ ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα·</l><l n="378">ἀλλʼ οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,</l><l n="379">ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε·</l><l n="380">χωόμενος δʼ ὁ γέρων πάλιν ᾤχετο· τοῖο δʼ Ἀπόλλων</l><l n="381">εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,</l><l n="382">ἧκε δʼ ἐπʼ Ἀργείοισι κακὸν βέλος· οἳ δέ νυ λαοὶ</l><l n="383">θνῇσκον ἐπασσύτεροι, τὰ δʼ ἐπῴχετο κῆλα θεοῖο</l><l n="384">πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν· ἄμμι δὲ μάντις</l><l n="385">εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.</l><milestone ed="p" n="386" unit="card"/><l n="386">αὐτίκʼ ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι·</l><l n="387">Ἀτρεΐωνα δʼ ἔπειτα χόλος λάβεν, αἶψα δʼ ἀναστὰς</l><l n="388">ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί·</l><l n="389">τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ</l><l n="390">ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι·</l><l n="391">τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες</l><l n="392">κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.</l><l n="393">ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος·</l><l n="394">ἐλθοῦσʼ Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι</l><l n="395">ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.</l><l n="396">πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα</l><l n="397">εὐχομένης ὅτʼ ἔφησθα κελαινεφέϊ Κρονίωνι</l><l n="398">οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,</l><l n="399">ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι</l><l n="400">Ἥρη τʼ ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη·</l><l n="401">ἀλλὰ σὺ τόν γʼ ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,</l><l n="402">ὦχʼ ἑκατόγχειρον καλέσασʼ ἐς μακρὸν Ὄλυμπον,</l><l n="403">ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέ τε πάντες</l><l n="404">Αἰγαίωνʼ, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων·</l><l n="405">ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων·</l><l n="406">τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐδʼ ἔτʼ ἔδησαν.</l><l n="407">τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων</l><l n="408">αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,</l><l n="409">τοὺς δὲ κατὰ πρύμνας τε καὶ ἀμφʼ ἅλα ἔλσαι Ἀχαιοὺς</l><l n="410">κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,</l><l n="411">γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων</l><l n="412">ἣν ἄτην ὅ τʼ ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.</l></q><l n="413"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα·</l><q><l n="414">ὤ μοι τέκνον ἐμόν, τί νύ σʼ ἔτρεφον αἰνὰ τεκοῦσα;</l><l n="415">αἴθʼ ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων</l><l n="416">ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν·</l><l n="417">νῦν δʼ ἅμα τʼ ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων</l><l n="418">ἔπλεο· τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.</l><l n="419">τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ</l><l n="420">εἶμʼ αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.</l><l n="421">ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι</l><l n="422">μήνιʼ Ἀχαιοῖσιν, πολέμου δʼ ἀποπαύεο πάμπαν·</l><l n="423">Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετʼ ἀμύμονας Αἰθιοπῆας</l><l n="424">χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δʼ ἅμα πάντες ἕποντο·</l><l n="425">δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,</l><l n="426">καὶ τότʼ ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,</l><l n="427">καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.</l></q><milestone ed="p" n="428" unit="card"/><l n="428"><milestone ed="P" unit="para"/>ὣς ἄρα φωνήσασʼ ἀπεβήσετο, τὸν δὲ λίπʼ αὐτοῦ</l><l n="429">χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς</l><l n="430">τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων· αὐτὰρ Ὀδυσσεὺς</l><l n="431">ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.</l><l n="432">οἳ δʼ ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο</l><l n="433">ἱστία μὲν στείλαντο, θέσαν δʼ ἐν νηῒ μελαίνῃ,</l><l n="434">ἱστὸν δʼ ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες</l><l n="435">καρπαλίμως, τὴν δʼ εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.</l><l n="436">ἐκ δʼ εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσιʼ ἔδησαν·</l><l n="437">ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,</l><l n="438">ἐκ δʼ ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι·</l><l n="439">ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.</l><l n="440">τὴν μὲν ἔπειτʼ ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς</l><l n="441">πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν·</l><q><l n="442">ὦ Χρύση, πρό μʼ ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων</l><l n="443">παῖδά τε σοὶ ἀγέμεν, Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην</l><l n="444">ῥέξαι ὑπὲρ Δαναῶν ὄφρʼ ἱλασόμεσθα ἄνακτα,</l><l n="445">ὃς νῦν Ἀργείοισι πολύστονα κήδεʼ ἐφῆκεν.</l></q><l n="446"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων</l><l n="447">παῖδα φίλην· τοὶ δʼ ὦκα θεῷ ἱερὴν ἑκατόμβην</l><l n="448">ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,</l><l n="449">χερνίψαντο δʼ ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.</l><l n="450">τοῖσιν δὲ Χρύσης μεγάλʼ εὔχετο χεῖρας ἀνασχών·</l><q><l n="451">κλῦθί μευ ἀργυρότοξʼ, ὃς Χρύσην ἀμφιβέβηκας</l><l n="452">Κίλλαν τε ζαθέην Τενέδοιό τε ἶφι ἀνάσσεις·</l><l n="453">ἦ μὲν δή ποτʼ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,</l><l n="454">τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν·</l><l n="455">ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·</l><l n="456">ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.</l></q><l n="457"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, τοῦ δʼ ἔκλυε Φοῖβος Ἀπόλλων.</l><milestone ed="p" n="458" unit="card"/><l n="458">αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,</l><l n="459">αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,</l><l n="460">μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν</l><l n="461">δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν·</l><l n="462">καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον</l><l n="463">λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.</l></div></div></body></text></TEI>