<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="1"><l n="1"><milestone ed="P" unit="para"/>μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος</l><l n="2">οὐλομένην, ἣ μυρίʼ Ἀχαιοῖς ἄλγεʼ ἔθηκε,</l><l n="3">πολλὰς δʼ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν</l><l n="4">ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν</l><l n="5">οἰωνοῖσί τε πᾶσι, Διὸς δʼ ἐτελείετο βουλή,</l><l n="6">ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε</l><l n="7">Ἀτρεΐδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.</l><l n="8"><milestone ed="P" unit="Para"/>τίς τʼ ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;</l><l n="9">Λητοῦς καὶ Διὸς υἱός· ὃ γὰρ βασιλῆϊ χολωθεὶς</l><l n="10">νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,</l><l n="11">οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα</l><l n="12">Ἀτρεΐδης· ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν</l><l n="13">λυσόμενός τε θύγατρα φέρων τʼ ἀπερείσιʼ ἄποινα,</l><l n="14">στέμματʼ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος</l><l n="15">χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,</l><l n="16">Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν·</l><q><l n="17">Ἀτρεΐδαι τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,</l><l n="18">ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="19">ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δʼ οἴκαδʼ ἱκέσθαι·</l></q></div></div></body></text></TEI>