ῥινηλατῶν ὀσμ[αῖσι αὔρας ἐάν πῃ πρ[ at most 15 ll. ] διπλοῦς ὀκλάζω[ν ]ν ὕποσμος ἐν χρῷ [ at most 15 ll. ] οὕτως ἔρευναν καὶ π[ ] ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν. Ἡμιχορός α θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα· ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρ τει. Ἡμιχ. β ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα. Ἡμιχ. α σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει. Ἡμιχ. β τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν; Ἡμιχ. α τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ; Ἡμιχ. β δοκεῖ πάνυ. σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε. Ἡμιχ. α ἰδοὺ ἰδού· καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν. Ἡμιχ. β ἄθρει μάλα. αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε [τρού]μ[ε]νον. Ἡμιχ. α χ[ώ]ρει δρόμῳ καὶ τα[ ]ν ἔχου οπ[ ][ ]μενος ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ Ἡμιχ. β οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος. ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα. Ἡμιχ. α ἔα μάλα· παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε. τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος; εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·