ἴθʼ ἄγε δ[ at most 16 ll. ] πόδα βά[σιν τε ]ν ἀπαπαπ[αῖ at most 15 ll. ] ὢ ὤ, σέ τοι [ at most 14 ll. ] ἔπιθι κλωπ[ at most 13 ll. ] ὑπόνομα κ[ at most 15 ll. ] διανύτων ό[ at most 14 ll. ] πατρικὰν γῆρ[υν at most 12 ll. ] πῶς πᾷ τὰ λάθρι[α νύχια ] κλέμματα ποσσὶ[ at most 8 ll. ] εἴ πως, ἂν τύχω, πο[ at most 8 ll. ] πατρί τʼ ἐλεύθερον β[ ] μετ[ ] ξυνάμα θεὸς ὁ φίλος ἀνέτω πόνους, προφήνας ἀρίζηλα χρυσοῦ παραδείγματα. Σιληνός θεὸς Τύχη [κ]αὶ δαῖμον ἰθυντήριε, τυχ[ε]ῖν με πράγους οὗ δράμημʼ ἐπείγεται, λείαν ἄγραν σύλησιν ἐκκυνηγέσαι Φ[ο]ίβου κλ[ο]παίας βοῦς ἀπεστερημένο[υ. [τ]ῶν εἴ τις ὀπτήρ ἐστι[ν] ἢ κατήκοος, [ἐ]μοί τʼ [ἂ]ν [ε]ἴη προσφιλὴ[ς] φράσας τόδε [Φοίβῳ τ]ʼ ἄνακτι συντελὴς εὐεργ[έ]της. [ ]α[ ]τ[ ]ς τοῦ λό[γου ]θʼ ἅμα[ μήνυ[τρα Χορός ἰὼ ς[ ϋηο[ δʼ οὐδ[ Σιληνός φησίν τις; ἢ[ ἔοικεν ἤδη κ[ ἄγʼ εἷα δὴ πᾶς ς[