ἀ[λλʼ] αἰὲν εἶ σὺ παῖς· νέος γὰρ ὢν ἀνὴρ π[ώγ]ωνι θάλλων ὡς τράγος κνήκῳ χλιδᾷς. παύου τὸ λεῖον φαλακρὸν ἡδονῇ πιτνάς. [ο]ὐκ ἐκ θεῶν τὰ μῶρα καὶ γέλοια χρὴ [χ]ανόντα κλαίειν ὕστερʼ; ὡς ἐγὼ λ έ γ ω. Χορός στρέφου λυγίζου τε μύθοις, ὁποι- ἀντ. ´άν θέλεις βάξιν εὕρισκʼ ἀπό- ψηκτον· οὐ γάρ με ταῦτα πείσεις, ὅ πως τὸ χρῆμʼ οὗτος εἰργασμένος ῥινοκόλλητον ἄλλων ἔκλεψεν βοῶν που δοράς [ ἢ] ʼπὸ τῶν Λοξίου. [μ]ή με τᾶ[σδʼ ἐ]ξ ὁδοῦ βίβαζε. one or more lines missing Χορός [ὁ Ζ]εὺς γὰρ ] Κυλλήνη [ὁ] παῖς κλο[π Χορός [εἰ] τοι πονη[ρὰ δρᾷ, πονηρὸς ὢν κυρεῖ. Κυλλήνη [κ]ακῶς ἀκού[ειν οὐ πρέπει Διὸς γόνῳ. Χορός [ε]ἰ δʼ ἔστʼ ἀλη[θῆ, χρή με καὶ λέγειν τάδε. Κυλλήνη [ο]ὐ μὴ ταδʼ [εἴπῃς about 8 lines of which we have only the initial letters Κυλλήνη ποῦ καὶ βόες νέμουσι τ[ Χορός π[λ]είους δέ γʼ ἤδη νῦν [ Κυλλήνη τ[ί]ς, ὦ πόνηρʼ, ἔχει; τί πλε[ Χορός ὁ παῖς ὃς ἔνδον ἐστὶν ἐγκεκλη[ιμένος. Κυλλήνη [τὸ]ν παῖδα παῦσαι τοῦ Διὸς [ κακῶς λέγων. Χορός π[α]ύοιμ[ʼ ἄ]ν [, εἰ] τὰς βοῦς τις ἐ[ξελᾶν θέλοι. Κυλλήνη ἤδη με πνίγεις καὶ σὺ χα[ἰ βόες σέθεν. Χορός [ ]λεισεπ[ ]υ[ ἐ]ξελαυν[ one whole column is missing, perhaps more Χορός ἰοὺ ἰοὺ [