2 or 3 lines lost κυλλήνη [ about 11 ll. ] ἄρτι μανθάνω χρόνῳ [ about 8 ll. ἐγχ]άσκοντα τῇ ʼμῇ μωρίᾳ [ about 11 ll. ο]ὐδέν, ἀλλὰ παιδιᾶς χάριν. [σὺ δʼ οὖν τὸ λοιπ̀ο]ν εἰς ἔμʼ εὐδίαν ἔχων, [εἴ σοι φέρει χάρ]μʼ ἤ τι κερδαίνειν δοκεῖς [ὄπως θέλεις κά]χαζε καὶ τέρπου φρένα· [τὸν παῖδα δʼ ὄ]ντα τοῦ Διὸς σαφεῖ λόγῳ [μὴ σκῶπτε ποι]ῶν ἐν νέῳ νέον λόγον· [οὗτος γὰρ οὔτε] πρὸς πατρὸς κλέπτης ἔφυ [οὔτʼ αὖτις ἐν μ]ήτρωσιν ἡ κλοπὴ κρατεῖ. [εἰ δὴ κλοπή τ]ίς ἐστι, τὸν κλέπτην σκόπει [ἄπορον ἄ]καρπον· τοῦδε δʼ οὐ π ει ν ῇ δόμος. [ἄθρ]ει γένος πρόσαπτε τὴν πονηρίαν [πρὸ]ς ὅντινʼ ἥκει· τῷδε δʼ οὐχ οὕτω πρέπει.