βραχύς, χυτρώδης, πο[ι]κίλῃ δορᾷ κατερρικνωμένος. Χορός ὡς αἰέλουρος εἰκάσαι πέφυκεν ἢ τὼς πόρδαλις; Κυλλήνη πλεῖστον με[τ]αξύ· γογγύλον γάρ ἐστι καὶ βραχυσκελές. Χορός οὐδʼ ὡς ἰχνευμ ων προσφερὲς πέφυκεν οὐδʼ ὡς καρκίν ος ; Κυλλήνη οὐδʼ αὖ τοιοῦτ[ό]ν ἐστιν· ἀλλʼ ἄλλον τινʼ ἐξευροῦ τρόπον. Χορός ἀλλʼ ὡς κεράστ[η]ς κάνθαρος δῆτʼ ἐστὶν Αἰτναῖος φυήν; Κυλλήνη νῦν ἐγγὺς ἔγν[ως] ᾧ μάλιστα προσφερὲς τὸ κνώδαλον. Χορός τ[ί δʼ αὖ τὸ ] φων[οῦ]ν ἐστιν αὐτοῦ, τοὐντὸς ἢ τοὔξω, φράσον. Κυλλήνη [ ]λο[ φ]ορίνη σύγγονος τῶν ὀστράκων. Χορός [ποῖον δὲ τοὔνομʼ ἐν]νέ[πει]ς; πόρσυνον, εἴ τι πλέον ἔχεις. Κυλλήνη [τὸν θῆρα μὲν χέλυν, τὸ φωνο]ῦν δʼ αὖ λύραν ὁ παῖς καλεῖ. Χορός [ about 22 ll. ] κτέανον ησύ[ ] τινι; Κυλλήνη [ about 23 ll. ] δέρμα κ[ ]στ [ [ about 23 ll. ]ον ὧδ[ε] κλαγγάνει [ [ about 23 ll. ]όρως ἐρείδεται [ about 24 ll. ]πλεκτα [ [ about 24 ll. ]λάδος κ[ [ about 21 ll. κόλ]λοπες δε[ [ about 24 ll. ]αμματω [ [ about 25 ll. ]ον[ 1 or 2 lines lost καὶ τοῦτο λύπη[ς] ἔστʼ ἄκεστρον καὶ παραψυκ[τ]ήρ[ιο]ν κείνῳ μόνον, χα[ί]ρει δʼ ἀλύων καί τι προσφων[ῶν μέλος ξύμφωνον· ἐξα[ί]ρει γὰρ αὐτὸν αἰόλισμα τῆς λ[ύ]ρας. οὕτως ὁ παῖς θανόντι θηρὶ φθέγμʼ ἐμηχανήσατ[ο. Χορός ὀ ρθ οψάλακτός τις ὀμφὴ κατοιχνεῖ τόπου, στρ. πρεπτὰ δʼ αὖ διὰ τόνου φάσματʼ ἔγ- χωρʼ ἐπανθεμίζει. τὸ πρᾶγμα δʼ οὗπερ πορεύω βάδην, ἴσθι τὸν δα[ί]μονʼ, ὅστις ποθʼ ὃς