[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον· [τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω· [μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται· [κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα [πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν [ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν. [ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα [μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει. [οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς [γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν, [κἀξορ]μενίζει κοὐκέτι σχολάζεται [βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει. [δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει. [ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο· τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.] Χορός ἄφραστ[ο ] παῖς βοῆς παιδο[ ]μαζεις[ θηρευμ[α ]λέγεις φώνημ[α ]σεθου[ τόνδʼ αφ[ ]ον[ τως ἐξεφ[ ] ροντʼ ἄπα[ ] ἐ[κ θανόν- τος πορίζειν τοιάνδε γῆρυν. Κυλλήνη μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη. Χορός καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν; Κυλλήνη πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ. Χορός ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;