φ[ ]η[ ] νων ὑμᾶς νοσεῖν νο[ς τί νύμφη]ν ἔτι ποε͂ιτʼ ἀναιτίαν; Χορός στρ. νύμφη βαθύζωνε π[αῦσαι χόλου ] τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι. μή με μὴ προψαλ[άξῃς κακοῖς, ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ- μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα- στῶς ἐγάρυσε θέσπιν αὐδά[ν. Κυλλήνη ταῦτʼ ἔστʼ ἐκείνων νῦν [ τρόπων πεπαίτερα, καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι. ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι ὅτου μάλιστα πράγματος χρείαν ἔχεις. Χορός τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος, ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω· τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν. Κυλλήνη ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ, αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται· καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις, Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου. Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος [ ]εύσατο· [ ]υ [ ]φιλας [ ] λήθῃ τῆς βαθυζώνου θεᾶς