οὐδʼ ἐξυπελθ[εῖ]ν τ[οῦ πόνου πρίν γʼ ἂν σα]φῶς εἰδῶμεν ὅν[τινʼ] ἔ[νδον ἥδʼ ἔχει στέγη.] Χορός ἶὼ γ[ φθέγ[μα ]ου [ ]ηδ[ μισ-] θο[ν δ]όμοισιν ὀλβίσῃς. ὁ [δʼ ο]ὐ φαν[εῖτ]αι τοῖσιν. ἀλλʼ ἐγὼ τάχα φ[έρ]ων κτύ[π]ον πέδορτον ἐξαναγκάσω π[η]δήμασιν κραιπνοῖσι καὶ λακτίσμασιν ὥ[ς]τʼ εἰσακοῦσαι κεἰ λίαν κωφός τις ᾖ. Κυλλήνη θῆρες, τί [τό]νδε χλοερὸν ὑλώδη πάγον ἔν[θ]ηρον ὡρμήθητε σὺν πολλῇ βοῇ; τίς ἥδε τέχνη; τίς μετάστασις πόνων, οὓς πρόσθεν εἶχες δεσπότῃ χάριν φέρων, ὑμεῖν ὃς αἰεὶ νεβρίνῃ καθημμέν[ο]ς δορᾷ χερ[ο]ῖν τε θύρς[ο]ν εὐπαλῆ φέρων ὄπισθεν εὐίαζετʼ ἀμφὶ τὸν θεὸν σὺν ἐγγόνοις νύμφαισι καὶ π αί δων ὄχλῳ; νῦν δʼ ἀγνοῶ τὸ χρῆμα· ποῖ στροφαὶ νέων μανιῶν στρέφουσι; θαῦμα γὰρ κατέκλ[υ]ον ὁμοῦ πρέπον κέλευμά πως κυνηγετ[ῶ]ν ἐγγὺς μολόντων θηρὸς εὐναί[ου] τρο[φ]ῆς, ὁμοῦ δʼ ἂν αὖτι[ς ] αι φωρ[ γλώσσης ἐτεινε[τʼ ε]ἰς κλοπὴν [ ]έναι· αὖτις δʼ α[ ]τ[ ] μενων [ ]α κηρυκ[ ] ι[ ] κηρυγμα [ καὶ τ[α]ῦτʼ ἀφεῖσα σὺν ποδῶν λακ[τίσμασι [κ]ληδὼν ὁμοῦ πάμφυρ[τ]ʼ ἐγειτν[ία στέγῃ] [καὶ] ταῦτʼ ἂν ἄλλως ἢ κλ[ ]μ[ [φων]ῶν ἀκο[ύ]σασʼ ὧδε παραπεπαισμέν[ων