τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων, οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα, οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου, οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν [π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου [ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται [ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν, [ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν, πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε, ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο, καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε. εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν, κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε. Χορός πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι, ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία· γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν. Σιληνός ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ, κυνορτικὸν σύριγμα διακαλούμεν[ος. ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν· ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ. Χορός ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς. τί μάτην ὑπέκλαγες, ὑπέκριγες ὑπό μʼ ἴδες; ἔχεται ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ; ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν. ἐμὸς εἶ, ἀνάγου. δεῦτʼ ὤ, τίς ὅδε [ ]της