δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην. Σιληνός τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ, πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν πρὸς γῇ; τίς ὑμῶν ὁ τρόπος; οὐχὶ μανθάνω· [ἐ]χῖνος ὥς τις ἐν λόχμῃ κεῖσαι πεσών, [ἤ] τις πίθηκος κύβδα θυμαίνεις τινί. [τ]ί ταῦτα; ποῦ γῆς ἐμάθετʼ ἐν πο[ί]ῳ τόπῳ; ς[η]μήνατʼ, οὐ γὰρ ἴδρις εἰμὶ τοῦ τρόπου. Χορός ὕ [ὗ] ὕ ὗ. Σιληνός τ[ί τοῦτʼ ἰύζεις;] τίνα φοβῇ; τίνʼ εἰσορᾷς; τ[ί δεῖμʼ ὄπωπ]ας; τί ποτε βακχεύεις ἔχων; α[γχοῦ τις ἤχε]ι κέρχνος· ἱμείρει[ς] μαθεῖν τ[ίς ἦν; τί σιγ]ᾶτʼ, ὦ πρ[ὸ τοῦ λαλίστ]ατοι; Χορός ς[ίγα μὲν οὖν.] Σιληνός τ[ίνʼ ἔστʼ ἐκεῖθε]ν ἁπονος[φίζ]εις ἔχων; Χορός ἄ[κουε δή. Σιληνός καλῶς ἀκούς[ω μηδεν]ὸς φωνὴν κλύων; Χορός ἐμοὶ πιθοῦ. Σιληνός ἐμ[ὸν] δίω[γμά γʼ οὐδα]μῶς ὀνήσετε. Χορός ἄκουσον αὖ τ[ο]ῦ χρ[ήμα]τ[ο]ς χρόνον τινά, [ο]ἵῳ ʼκπ[λ]αγέντες ἐν[θάδʼ] ἐξενίσμεθα ψόφῳ, τὸν οὐδε[ὶ]ς π[ώπο]τʼ ἤκουσεν βροτῶν. Σιληνός τί μοι ψ[ό]φον; φοβ[εῖσθε] κα[ὶ] δειμαίνετε, μάλθης ἄναγνα σώ[μα]τʼ ἐκμεμαγμένα κάκιστα θηρῶν ὀντ[ες, ἐ]ν [π]άσῃ σκιᾷ φόβον βλέποντες, πάν[τα] δειματούμενοι, ἄνευρα κἀκόμιστα κἀνε[λε]ύθερα διακονοῦντες, σώματʼ εἰ[ς]ιδ[ε]ῖν μόνον κα[ὶ γ]λῶσσα κα[ὶ] φάλητες. εἰ δέ που δέῃ, πιστοὶ λόγοισιν ὄντες ἔργα φεύγετε.