<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="31">καὶ δὴ μὲν οὖν παρόντα·  χὤ τί σοι λέγειν</l><l n="32">εὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.</l></sp><milestone unit="card" n="33"/><sp><speaker>Οἰδίπους</speaker><l n="33">ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦ</l><l n="34">αὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιος</l><l n="35">σκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—</l></sp><sp><speaker>Ξένος</speaker><l n="36">πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδρας</l><l n="37">ἔξελθʼ·  ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="38">τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;</l></sp><sp><speaker>Ξένος</speaker><l n="39">ἄθικτος οὐδʼ οἰκητός·  αἱ γὰρ ἔμφοβοι</l><l n="40">θεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="41">τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;</l></sp><sp><speaker>Ξένος</speaker><l n="42">τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂν</l><l n="43">εἴποι λεώς νιν·  ἄλλα δʼ ἀλλαχοῦ καλά.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="44">ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·</l><l n="45">ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.</l></sp><sp><speaker>Ξένος</speaker><l n="46" part="I">τί δʼ ἐστὶ τοῦτο;</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="46a" part="F">ξυμφορᾶς ξύνθημʼ ἐμῆς.</l></sp><sp><speaker>Ξένος</speaker><l n="47">ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεως</l><l n="48">δίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="49">πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,</l><l n="50">τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.</l></sp><sp><speaker>Ξένος</speaker><l n="51">σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.</l></sp><sp><speaker>Οἰδίπους</speaker><l n="52">τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;</l></sp><sp><speaker>Ξένος</speaker><l n="53">ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·</l><l n="54">χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νιν</l><l n="55">σεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸς</l><l n="56">Τιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,</l><l n="57">χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,</l><l n="58">ἔρεισμʼ Ἀθηνῶν·  οἱ δὲ πλησίοι γύαι</l><l n="59">τόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσιν</l></sp></div></div></body></text></TEI>