μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι, μηδʼ ἐξετάσῃς πέρα ματεύων. Χορός τί τόδʼ; Οἰδίπους αἰνὰ φύσις. Χορός αὔδα. Οἰδίπους τέκνον, ὤμοι, τί γεγώνω; Χορός τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν. Οἰδίπους ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν; Ἀντιγόνη λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις. Οἰδίπους ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν. Χορός μακρὰ μέλλετον, ἀλλὰ τάχυνε. Οἰδίπους Λαΐου ἴστε τινʼ; Χορός ὢ ἰοὺ ἰού. Οἰδίπους τό τε Λαβδακιδᾶν γένος; Χορός ὦ Ζεῦ. Οἰδίπους ἄθλιον Οἰδιπόδαν; Χορός σὺ γὰρ ὅδʼ εἶ; Οἰδίπους δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ. Χορός ἰὼ ὢ ὤ. Οἰδίπους δύσμορος. Χορός ὢ ὤ. Οἰδίπους θύγατερ, τί ποτʼ αὐτίκα κύρσει; Χορός ἔξω πόρσω βαίνετε χώρας. Οἰδίπους ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις, Χορός οὐδενὶ μοιριδία τίσις ἔρχεται ἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά- ταις ἑτέραις ἑτέρα παραβαλλομέ- να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ- χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοπος αὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,