ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω. Οἰδίπους Χορός τόλμα ξεῖνος ἐπὶ ξένης, ὦ τλάμων, ὅ τι καὶ πόλις τέτροφεν ἄφιλον ἀποστυγεῖν καὶ τὸ φίλον σέβεσθαι. Οἰδίπους ἄγε νυν σύ με, παῖ, ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντες τὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν, καὶ μὴ χρείᾳ πολεμῶμεν. Χορός αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς. Οἰδίπους οὕτως; Χορός ἅλις, ὡς ἀκούεις. Οἰδίπους ἦ ἑσθῶ; Χορός λέχριός γʼ ἐπʼ ἄκρου λᾶος βραχὺς ὀκλάσας. Ἀντιγόνη πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳ Οἰδίπους ἰώ μοί μοι. Ἀντιγόνη βάσει βάσιν ἅρμοσαι, γεραὸν ἐς χέρα σῶμα σὸν προκλίνας φιλίαν ἐμάν. Οἰδίπους ὤμοι δύσφρονος ἄτας. Χορός ὦ τλάμων, ὅτε νῦν χαλᾷς, αὔδασον, τίς ἔφυς βροτῶν; τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂν σοῦ πατρίδʼ ἐκπυθοίμαν; Οἰδίπους ὦ ξένοι, ἀπόπτολις· ἀλλὰ μὴ Χορός τί τόδʼ ἀπεννέπεις, γέρον;