προσθήσει τάσδʼ ἀράς. περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ- φθέγκτῳ μὴ προπέσῃς νάπει ποιάεντι, κάθυδρος οὗ κρατὴρ μειλιχίων ποτῶν ῥεύματι συντρέχει, τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι; μετάσταθʼ ἀπόβαθι. πολ- λὰ κέλευθος ἐρατύει· κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα; λόγον εἴ τινʼ οἴσεις πρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς, ἵνα πᾶσι νόμος, φώνει· πρόσθεν δʼ ἀπερύκου. Οἰδίπους θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ; Ἀντιγόνη ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν, εἴκοντας ἃ δεῖ κἀκούοντας. Οἰδίπους πρόσθιγέ νύν μου. Ἀντιγόνη ψαύω καὶ δή. Οἰδίπους ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶ πιστεύσας καὶ μεταναστάς. Χορός οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων, ὦ γέρον, ἄκοντά τις ἄξει. Οἰδίπους ἔτʼ οὖν; Χορός ἔτι βαῖνε πόρσω. Οἰδίπους ἔτι; Χορός προβίβαζε, κούρα, πόρσω· σὺ γὰρ ἀΐεις. Ἀντιγόνη Οἰδίπους