προσδέρκου λεῦσσέ νιν, προσπεύθου πανταχῇ. πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼ ἔγχωρος· προσέβα γὰρ οὐκ ἄν ποτʼ ἀστιβὲς ἄλσος ἐς τᾶνδʼ ἀμαιμακετᾶν κορᾶν, ἃς τρέμομεν λέγειν καὶ παραμειβόμεσθʼ ἀδέρκτως, ἀφώνως, ἀλόγως τὸ τᾶς. εὐφάμου στόμα φροντίδος ἱέντες, τὰ δὲ νῦν τινʼ ἥκειν λόγος οὐδὲν ἅζονθʼ, ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπω δύναμαι τέμενος γνῶναι ποῦ μοί ποτε ναίει. Οἰδίπους ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ, τὸ φατιζόμενον. Χορός ἰὼ ἰώ, δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν. Οἰδίπους μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον. Χορός Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς; Οἰδίπους οὐ πάνυ μοίρας εὐδαιμονίσαι πρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας. δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοις ὄμμασιν εἷρπον κἀπὶ σμικροῖς μέγας ὥρμουν. Χορός ἐή, ἀλαῶν ὀμμάτων ἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίων μακραίων γʼ, ὅσʼ ἐπεικάσαι. ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶ