τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίνας χώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν; τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραν τὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν; σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτι μεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί· στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼν μακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον. ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπεις ἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν, στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθα ὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομεν ξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν. Ἀντιγόνη πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳ πόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω· χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύων δάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼ εἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες· οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου· μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν. Οἰδίπους κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν. Ἀντιγόνη χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε. Οἰδίπους ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν; Ἀντιγόνη τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ. Οἰδίπους πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων. Ἀντιγόνη ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι; Οἰδίπους ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος. Ἀντιγόνη ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖν οὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ. Οἰδίπους ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;