ἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει, καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει· ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει, κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν, εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γε εἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ. νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν; ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ. τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος. ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλιν εἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν· ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος, οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτην τόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλας θανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην, καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν· φόνον φόνου δὲ ῥύσιον τίσω τάλας πρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν. ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλιν γνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς. Χορός τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ, ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις. Νεοπτόλεμος ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τις τοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι. Φιλοκτήτης ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇς σαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ. Νεοπτόλεμος οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖν τὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι. Φιλοκτήτης οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼν ἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς