οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον. Φιλοκτήτης οἴμοι, τί εἶπας; Νεοπτόλεμος μὴ στέναζε, πρὶν μάθῃς. Φιλοκτήτης ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε; Νεοπτόλεμος σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. Φιλοκτήτης καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς; Νεοπτόλεμος πολλὴ κρατεῖ τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων. Φιλοκτήτης ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε, δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι. Νεοπτόλεμος ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ. Φιλοκτήτης ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας δεινῆς τέχνημʼ ἔχθιστον, οἷά μʼ εἰργάσω, οἷʼ ἠπάτηκας· οὐδʼ ἐπαισχύνει μʼ ὁρῶν τὸν προστρόπαιον, τὸν ἱκέτην, ὦ σχέτλιε; ἀπεστέρηκας τὸν βίον τὰ τόξʼ ἑλών. ἀπόδος, ἱκνοῦμαί σʼ, ἀπόδος, ἱκετεύω, τέκνον· πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ. ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι, ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν. ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαι θηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι, ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω, ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν, οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως· ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει· προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μου