δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν. Νεοπτόλεμος αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι. Φιλοκτήτης οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ. Νεοπτόλεμος ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός, κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν; Φιλοκτήτης ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν, προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν. Νεοπτόλεμος λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι. Φιλοκτήτης τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω. Νεοπτόλεμος οὐδέν σε κρύψω· δεῖ γὰρ ἐς Τροίαν σε πλεῖν πρὸς τοὺς Ἀχαιοὺς καὶ τὸν Ἀτρειδῶν στόλον. Φιλοκτήτης οἴμοι, τί εἶπας; Νεοπτόλεμος μὴ στέναζε, πρὶν μάθῃς. Φιλοκτήτης ποῖον μάθημα; τί με νοεῖς δρᾶσαί ποτε; Νεοπτόλεμος σῶσαι κακοῦ μὲν πρῶτα τοῦδʼ, ἔπειτα δὲ ξὺν σοὶ τὰ Τροίας πεδία πορθῆσαι μολών. Φιλοκτήτης καὶ ταῦτʼ ἀληθῆ δρᾶν νοεῖς; Νεοπτόλεμος πολλὴ κρατεῖ τούτων ἀνάγκη, καὶ σὺ μὴ θυμοῦ κλύων. Φιλοκτήτης ἀπόλωλα τλήμων, προδέδομαι. τί μʼ, ὦ ξένε, δέδρακας; ἀπόδος ὡς τάχος τὰ τόξα μοι. Νεοπτόλεμος ἀλλʼ οὐχ οἷόν τε· τῶν γὰρ ἐν τέλει κλύειν τό τʼ ἔνδικόν με καὶ τὸ συμφέρον ποεῖ. Φιλοκτήτης ὦ πῦρ σὺ καὶ πᾶν δεῖμα καὶ πανουργίας