ἀλλʼ εἴμʼ ἑτοῖμος πρὸς βίαν τὸν ἄνδρʼ ἄγειν καὶ μὴ δόλοισιν· οὐ γὰρ ἐξ ἑνὸς ποδὸς ἡμᾶς τοσούσδε πρὸς βίαν χειρώσεται. πεμφθείς γε μέντοι σοὶ ξυνεργάτης ὀκνῶ προδότης καλεῖσθαι· βούλομαι δʼ, ἄναξ, καλῶς δρῶν ἐξαμαρτεῖν μᾶλλον ἢ νικᾶν κακῶς. Ὀδυσσεύς ἐσθλοῦ πατρὸς παῖ, καὐτὸς ὢν νέος ποτὲ γλῶσσαν μὲν ἀργόν, χεῖρα δʼ εἶχον ἐργάτιν· νῦν δʼ εἰς ἔλεγχον ἐξιὼν ὁρῶ βροτοῖς τὴν γλῶσσαν, οὐχὶ τἄργα, πάνθʼ ἡγουμένην. Νεοπτόλεμος τί μʼ οὖν ἄνωγας ἄλλο πλὴν ψευδῆ λέγειν; Ὀδυσσεύς λέγω σʼ ἐγὼ δόλῳ Φιλοκτήτην λαβεῖν. Νεοπτόλεμος τί δʼ ἐν δόλῳ δεῖ μᾶλλον ἢ πείσαντʼ ἄγειν; Ὀδυσσεύς οὐ μὴ πίθηται· πρὸς βίαν δʼ οὐκ ἂν λάβοις. Νεοπτόλεμος οὕτως ἔχει τι δεινὸν ἰσχύος θράσος;