πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον, οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος, ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν. Φιλοκτήτης αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς· τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ ἅλις πόνος τούτοισι συνναίειν ἐμοί. Νεοπτόλεμος ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου. Φιλοκτήτης θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος. Νεοπτόλεμος παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε; Φιλοκτήτης τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ; Νεοπτόλεμος οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος. Φιλοκτήτης ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε. Νεοπτόλεμος ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ. Φιλοκτήτης οὐ δή σε δυσχέρεια τοῦ νοσήματος ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι; Νεοπτόλεμος ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα. Φιλοκτήτης ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε δρᾷς οὐδὲ φωνεῖς, ἐσθλὸν ἄνδρʼ ἐπωφελῶν. Νεοπτόλεμος αἰσχρὸς φανοῦμαι· τοῦτʼ ἀνιῶμαι πάλαι. Φιλοκτήτης οὔκουν ἐν οἷς γε δρᾷς· ἐν οἷς δʼ αὐδᾷς ὀκνῶ. Νεοπτόλεμος ὦ Ζεῦ, τί δράσω; δεύτερον ληφθῶ κακός, κρύπτων θʼ ἃ μὴ δεῖ καὶ λέγων αἴσχιστʼ ἐπῶν; Φιλοκτήτης ἁνὴρ ὅδʼ, εἰ μὴ ʼγὼ κακὸς γνώμων ἔφυν, προδούς μʼ ἔοικε κἀκλιπὼν τὸν πλοῦν στελεῖν. Νεοπτόλεμος λιπὼν μὲν οὐκ ἔγωγε· λυπηρῶς δὲ μὴ πέμπω σε μᾶλλον, τοῦτʼ ἀνιῶμαι πάλαι. Φιλοκτήτης τί ποτε λέγεις, ὦ τέκνον; ὡς οὐ μανθάνω.