<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="880">ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ,</l><l n="881">ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="882">ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα</l><l n="883">ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι·</l><l n="884">ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου</l><l n="885">πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο.</l><l n="886">νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον,</l><l n="887">οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος,</l><l n="888">ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="889">αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς·</l><l n="890">τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ</l><l n="891">ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ</l><l n="892">ἅλις πόνος τούτοισι συνναίειν ἐμοί.</l></sp><milestone unit="card" n="893"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="893">ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="894">θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="895">παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="896">τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="897">οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="898">ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="899">ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="900">οὐ δή σε δυσχέρεια τοῦ νοσήματος</l><l n="901">ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="902">ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν</l><l n="903">ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="904">ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε</l></sp></div></div></body></text></TEI>