ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ, ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν. Νεοπτόλεμος ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι· ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου πρὸς τὰς παρούσας ξυμφορὰς ἐφαίνετο. νῦν δʼ αἶρε σαυτόν· εἰ δέ σοι μᾶλλον φίλον, οἴσουσί σʼ οἵδε· τοῦ πόνου γὰρ οὐκ ὄκνος, ἐπείπερ οὕτω σοί τʼ ἔδοξʼ ἐμοί τε δρᾶν. Φιλοκτήτης αἰνῶ τάδʼ, ὦ παῖ, καί μʼ ἔπαιρʼ, ὥσπερ νοεῖς· τούτους δʼ ἔασον, μὴ βαρυνθῶσιν κακῇ ὀσμῇ πρὸ τοῦ δέοντος· οὑπὶ νηὶ γὰρ ἅλις πόνος τούτοισι συνναίειν ἐμοί. Νεοπτόλεμος ἔσται τάδʼ· ἀλλʼ ἵστω τε καὐτὸς ἀντέχου. Φιλοκτήτης θάρσει· τό τοι σύνηθες ὀρθώσει μʼ ἔθος. Νεοπτόλεμος παπαῖ· τί δῆτʼ ἂν δρῷμʼ ἐγὼ τοὐνθένδε γε; Φιλοκτήτης τί δʼ ἔστιν, ὦ παῖ; ποῖ ποτʼ ἐξέβης λόγῳ; Νεοπτόλεμος οὐκ οἶδʼ ὅποι χρὴ τἄπορον τρέπειν ἔπος. Φιλοκτήτης ἀπορεῖς δὲ τοῦ σύ; μὴ λέγʼ, ὦ τέκνον, τάδε. Νεοπτόλεμος ἀλλʼ ἐνθάδʼ ἤδη τοῦδε τοῦ πάθους κυρῶ. Φιλοκτήτης οὐ δή σε δυσχέρεια τοῦ νοσήματος ἔπεισεν ὥστε μή μʼ ἄγειν ναύτην ἔτι; Νεοπτόλεμος ἅπαντα δυσχέρεια, τὴν αὑτοῦ φύσιν ὅταν λιπών τις δρᾷ τὰ μὴ προσεικότα. Φιλοκτήτης ἀλλʼ οὐδὲν ἔξω τοῦ φυτεύσαντος σύ γε