οὖρός τοι, τέκνον, οὖρος· ἁνὴρ δʼ ἀνόμματος οὐδʼ ἔχων ἀρωγὰν ἐκτέταται νύχιος, ʽἁ̓λεὴς ὕπνος ἐσθλός,ʼ οὐ χερός, οὐ ποδός, οὔ τινος ἄρχων, ἀλλά τις ὡς Ἀΐδᾳ παρακείμενος. ὅρα, βλέπʼ εἰ καίρια φθέγγει· τὸ δʼ ἁλώσιμον ἐμᾷ φροντίδι, παῖ, πόνος ὁ μὴ φοβῶν κράτιστος. Νεοπτόλεμος σιγᾶν κελεύω μηδʼ ἀφεστάναι φρενῶν· κινεῖ γὰρ ἁνὴρ ὄμμα κἀνάγει κάρα. Φιλοκτήτης ὦ φέγγος ὕπνου διάδοχον τό τʼ ἐλπίδων ἄπιστον οἰκούρημα τῶνδε τῶν ξένων. οὐ γάρ ποτʼ, ὦ παῖ, τοῦτʼ ἂν ἐξηύχησʼ ἐγώ, τλῆναί σʼ ἐλεινῶς ὧδε τἀμὰ πήματα μεῖναι παρόντα καὶ ξυνωφελοῦντά μοι. οὔκουν Ἀτρεῖδαι τοῦτʼ ἔτλησαν εὐφόρως οὕτως ἐνεγκεῖν, ἁγαθοὶ στρατηλάται. ἀλλʼ εὐγενὴς γὰρ ἡ φύσις κἀξ εὐγενῶν, ὦ τέκνον, ἡ σή, πάντα ταῦτʼ ἐν εὐχερεῖ ἔθου, βοῆς τε καὶ δυσοσμίας γέμων. καὶ νῦν ἐπειδὴ τοῦδε τοῦ κακοῦ δοκεῖ λήθη τις εἶναι κἀνάπαυλα δή, τέκνον, σύ μʼ αὐτὸς ἆρον, σύ με κατάστησον, τέκνον, ἵνʼ, ἡνίκʼ ἂν κόπος μʼ ἀπαλλάξῃ ποτέ, ὁρμώμεθʼ ἐς ναῦν μηδʼ ἐπίσχωμεν τὸ πλεῖν. Νεοπτόλεμος ἀλλʼ ἥδομαι μέν σʼ εἰσιδὼν παρʼ ἐλπίδα ἀνώδυνον βλέποντα κἀμπνέοντʼ ἔτι· ὡς οὐκέτʼ ὄντος γὰρ τὰ συμβόλαιά σου