οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον. Νεοπτόλεμος ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ. Φιλοκτήτης ἔμβαλλε χειρὸς πίστιν. Νεοπτόλεμος ἐμβάλλω μενεῖν. Φιλοκτήτης ἐκεῖσε νῦν μʼ, ἐκεῖσε Νεοπτόλεμος ποῖ λέγεις; Φιλοκτήτης ἄνω Νεοπτόλεμος τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; Φιλοκτήτης μέθες μέθες με. Νεοπτόλεμος ποῖ μεθῶ; Φιλοκτήτης μέθες ποτέ. Νεοπτόλεμος οὔ φημʼ ἐάσειν. Φιλοκτήτης ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς. Νεοπτόλεμος καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς. Φιλοκτήτης ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ. Νεοπτόλεμος τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε· ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς αἱμορραγὴς φλέψ. ἀλλʼ ἐάσωμεν, φίλοι, ἕκηλον αὐτόν, ὡς ἂν εἰς ὕπνον πέσῃ. Χορός Ὕπνʼ ὀδύνας ἀδαής, Ὕπνε δʼ ἀλγέων, εὐαὲς ἡμῖν ἔλθοις, εὐαίων εὐαίων, ὦναξ·