τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων, ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ; τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς; Νεοπτόλεμος ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. Φιλοκτήτης ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται. ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον. Νεοπτόλεμος θάρσει, μενοῦμεν. Φιλοκτήτης ἦ μενεῖς; Νεοπτόλεμος σαφῶς φρόνει. Φιλοκτήτης οὐ μήν σʼ ἔνορκόν γʼ ἀξιῶ θέσθαι, τέκνον. Νεοπτόλεμος ὡς οὐ θέμις γʼ ἐμοὔστι σοῦ μολεῖν ἄτερ. Φιλοκτήτης ἔμβαλλε χειρὸς πίστιν. Νεοπτόλεμος ἐμβάλλω μενεῖν. Φιλοκτήτης ἐκεῖσε νῦν μʼ, ἐκεῖσε Νεοπτόλεμος ποῖ λέγεις; Φιλοκτήτης ἄνω Νεοπτόλεμος τί παραφρονεῖς αὖ; τί τὸν ἄνω λεύσσεις κύκλον; Φιλοκτήτης μέθες μέθες με. Νεοπτόλεμος ποῖ μεθῶ; Φιλοκτήτης μέθες ποτέ. Νεοπτόλεμος οὔ φημʼ ἐάσειν. Φιλοκτήτης ἀπό μʼ ὀλεῖς, ἢν προσθίγῃς. Νεοπτόλεμος καὶ δὴ μεθίημʼ, εἴ τι δὴ πλέον φρονεῖς. Φιλοκτήτης ὦ γαῖα, δέξαι θανάσιμόν μʼ ὅπως ἔχω τὸ γὰρ κακὸν τόδʼ οὐκέτʼ ὀρθοῦσθαί μʼ ἐᾷ. Νεοπτόλεμος τὸν ἄνδρʼ ἔοικεν ὕπνος οὐ μακροῦ χρόνου ἕξειν· κάρα γὰρ ὑπτιάζεται τόδε· ἱδρώς γέ τοί νιν πᾶν καταστάζει δέμας, μέλαινά τʼ ἄκρου τις παρέρρωγεν ποδὸς