<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="786">παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά.</l><l n="787">προσέρπει,</l><l n="788">προσέρχεται τόδʼ ἐγγύς.  οἴμοι μοι τάλας.</l><l n="789">ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ.</l><l n="790">ἀτταταῖ.</l><l n="791">ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς</l><l n="792">στέρνων ἔχοιτʼ ἄλγησις ἥδε.  φεῦ, παπαῖ,</l><l n="793">παπαῖ μάλʼ αὖθις.  ὦ διπλοῖ στρατηλάται,</l><l n="794">Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ</l><l n="795">τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι.</l><l n="796">ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος</l><l n="797">οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε;</l><l n="798">ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν</l><l n="800">τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ</l><l n="801">ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε</l><l n="802">τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων,</l><l n="803">ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ;</l><l n="805">τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς;</l></sp><milestone unit="card" n="806"/><sp><speaker>Νεοπτόλεμος</speaker><l n="806">ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="807">ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι</l><l n="808">ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται.</l><l n="809">ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="810" part="I">θάρσει, μενοῦμεν.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="810a" part="M">ἦ μενεῖς;</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="810b" part="F">σαφῶς φρόνει.</l></sp></div></div></body></text></TEI>