παπαῖ μάλʼ, ὦ πούς, οἷά μʼ ἐργάσει κακά. προσέρπει, προσέρχεται τόδʼ ἐγγύς. οἴμοι μοι τάλας. ἔχετε τὸ πρᾶγμα· μὴ φύγητε μηδαμῇ. ἀτταταῖ. ὦ ξένε Κεφαλλήν, εἴθε σου διαμπερὲς στέρνων ἔχοιτʼ ἄλγησις ἥδε. φεῦ, παπαῖ, παπαῖ μάλʼ αὖθις. ὦ διπλοῖ στρατηλάται, Ἀγάμεμνον, ὦ Μενέλαε, πῶς ἂν ἀντʼ ἐμοῦ τὸν ἴσον χρόνον τρέφοιτε τήνδε τὴν νόσον; ἰώ μοι. ὦ Θάνατε Θάνατε, πῶς ἀεὶ καλούμενος οὕτω κατʼ ἦμαρ, οὐ δύνᾳ μολεῖν ποτε; ὦ τέκνον ὦ γενναῖον, ἀλλὰ συλλαβὼν τῷ Λημνίῳ τῷδʼ ἀνακαλουμένῳ πυρὶ ἔμπρησον, ὦ γενναῖε· κἀγώ τοί ποτε τὸν τοῦ Διὸς παῖδʼ ἀντὶ τῶνδε τῶν ὅπλων, ἃ νῦν σὺ σῴζεις, τοῦτʼ ἐπηξίωσα δρᾶν. τί φής, παῖ; τί φής; τί σιγᾷς; ποῦ ποτʼ ὤν, τέκνον, κυρεῖς; Νεοπτόλεμος ἀλγῶ πάλαι δὴ τἀπὶ σοὶ στένων κακά. Φιλοκτήτης ἀλλʼ, ὦ τέκνον, καὶ θάρσος ἴσχʼ· ὡς ἥδε μοι ὀξεῖα φοιτᾷ καὶ ταχεῖʼ ἀπέρχεται. ἀλλʼ ἀντιάζω, μή με καταλίπῃς μόνον. Νεοπτόλεμος θάρσει, μενοῦμεν. Φιλοκτήτης ἦ μενεῖς; Νεοπτόλεμος σαφῶς φρόνει.