<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0011.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="episode"><sp><l n="760">δύστηνε δῆτα διὰ πόνων πάντων φανείς.</l><l n="761">βούλει λάβωμαι δῆτα καὶ θίγω τί σου;</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="762">μὴ δῆτα τοῦτό γʼ· ἀλλά μοι τὰ τόξʼ ἑλὼν</l><l n="763">τάδʼ, ὥσπερ ᾐτοῦ μʼ ἀρτίως, ἕως ἀνῇ</l><l n="765">τὸ πῆμα τοῦτο τῆς νόσου τὸ νῦν παρόν,</l><l n="766">σῷζʼ αὐτὰ καὶ φύλασσε.  λαμβάνει γὰρ οὖν</l><l n="767">ὕπνος μʼ, ὅταν περ τὸ κακὸν ἐξίῃ τόδε·</l><l n="768">κοὐκ ἔστι λῆξαι πρότερον· ἀλλʼ ἐᾶν χρεὼν</l><l n="769">ἕκηλον εὕδειν.  ἢν δὲ τῷδε τῷ χρόνῳ</l><l n="770">μόλωσʼ ἐκεῖνοι, πρὸς θεῶν ἐφίεμαι</l><l n="771">ἑκόντα μηδʼ ἄκοντα μηδέ τῳ τέχνῃ</l><l n="772">κείνοις μεθεῖναι ταῦτα, μὴ σαυτόν θʼ ἅμα</l><l n="773">κἄμʼ, ὄντα σαυτοῦ πρόστροπον, κτείνας γένῃ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="774">θάρσει προνοίας οὕνεκʼ· οὐ δοθήσεται</l><l n="775">πλὴν σοί τε κἀμοί·  ξὺν τύχῃ δὲ πρόσφερε.</l></sp><sp><speaker>Φιλοκτήτης</speaker><l n="776">ἰδοὺ δέχου, παῖ· τὸν φθόνον δὲ πρόσκυσον</l><l n="777">μή σοι γενέσθαι πολύπονʼ αὐτὰ μηδʼ ὅπως</l><l n="778">ἐμοί τε καὶ τῷ πρόσθʼ ἐμοῦ κεκτημένῳ.</l></sp><sp><speaker>Νεοπτόλεμος</speaker><l n="779">ὦ θεοί, γένοιτο ταῦτα νῷν· γένοιτο δὲ</l><l n="780">πλοῦς οὔριός τε κεὐσταλὴς ὅποι ποτὲ</l><l n="781">θεὸς δικαιοῖ χὠ στόλος πορσύνεται.</l></sp><milestone unit="card" n="782"/><sp><speaker>Φιλοκτήτης</speaker><l n="782">ἀλλʼ οὖν δέδοικα μὴ ἀτέλεστʼ εὔχῃ, τέκνον.</l><l n="783">στάζει γὰρ αὖ μοι φοίνιον τόδʼ ἐκ βυθοῦ</l><l n="784">κηκῖον αἷμα, καί τι προσδοκῶ νέον.</l><l n="785">παπαῖ, φεῦ.</l></sp></div></div></body></text></TEI>