ὥστʼ εἴ με τόξων ἐγκρατὴς αἰσθήσεται, ὄλωλα καὶ σὲ προσδιαφθερῶ ξυνών. ἀλλʼ αὐτὸ τοῦτο δεῖ σοφισθῆναι, κλοπεὺς ὅπως γενήσει τῶν ἀνικήτων ὅπλων. ἔξοιδα, παῖ, φύσει σε μὴ πεφυκότα τοιαῦτα φωνεῖν μηδὲ τεχνᾶσθαι κακά· ἀλλʼ ἡδὺ γάρ τι κτῆμα τῆς νίκης λαβεῖν, τόλμα· δίκαιοι δʼ αὖθις ἐκφανούμεθα. νῦν δʼ εἰς ἀναιδὲς ἡμέρας μέρος βραχὺ δός μοι σεαυτόν, κᾆτα τὸν λοιπὸν χρόνον κέκλησο πάντων εὐσεβέστατος βροτῶν. Νεοπτόλεμος ἐγὼ μὲν οὓς ἂν τῶν λόγων ἀλγῶ κλύων, Λαερτίου παῖ, τούσδε καὶ πράσσειν στυγῶ· ἔφυν γὰρ οὐδὲν ἐκ τέχνης πράσσειν κακῆς, οὔτʼ αὐτὸς οὔθʼ, ὥς φασιν, οὑκφύσας ἐμέ.