τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν. Φιλοκτήτης ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ. ἀπόλωλα, τέκνον· βρύκομαι, τέκνον· παπαῖ, ἀπαππαπαῖ, παπαππαπαππαπαππαπαῖ. πρὸς θεῶν, πρόχειρον εἴ τί σοι, τέκνον, πάρα ξίφος χεροῖν, πάταξον εἰς ἄκρον πόδα· ἀπάμησον ὡς τάχιστα· μὴ φείσῃ βίου. ἴθʼ, ὦ παῖ. Νεοπτόλεμος τί δʼ ἔστιν οὕτω νεοχμὸν ἐξαίφνης, ὅτου τοσήνδʼ ἰυγὴν καὶ στόνον σαυτοῦ ποεῖ; Φιλοκτήτης οἶσθʼ, ὦ τέκνον; Νεοπτόλεμος τί δʼ ἔστιν; Φιλοκτήτης οἶσθʼ, ὦ παῖ; Νεοπτόλεμος τί σοί; οὐκ οἶδα. Φιλοκτήτης πῶς οὐκ οἶσθα; παππαπαππαπαῖ. Νεοπτόλεμος δεινόν γε τοὐπίσαγμα τοῦ νοσήματος. Φιλοκτήτης δεινὸν γὰρ οὐδὲ ῥητόν· ἀλλʼ οἴκτιρέ με. Νεοπτόλεμος τί δῆτα δράσω; Φιλοκτήτης μή με ταρβήσας προδῷς· ἥκει γὰρ αὕτη διὰ χρόνου πλάνοις ἴσως ὡς ἐξεπλήσθη. Νεοπτόλεμος ἰὼ ἰὼ δύστηνε σύ,