οὐ φορβὰν ἱερᾶς γᾶς σπόρον, οὐκ ἄλλων αἴρων τῶν νεμόμεσθʼ ἀνέρες ἀλφησταί, πλὴν ἐξ ὠκυβόλων εἴ ποτε τόξων πτανοῖς ἰοῖς ἀνύσειε γαστρὶ φορβάν. ὦ μελέα ψυχά, ὃς μηδʼ οἰνοχύτου πώματος ἥσθη δεκέτει χρόνῳ, λεύσσων δʼ ὅπου γνοίη στατὸν εἰς ὕδωρ, ἀεὶ προσενώμα. Χορός νῦν δʼ ἀνδρῶν ἀγαθῶν παιδὸς ὑπαντήσας εὐδαίμων ἀνύσει καὶ μέγας ἐκ κείνων· ὅς νιν ποντοπόρῳ δούρατι, πλήθει πολλῶν μηνῶν, πατρίαν ἄγει πρὸς αὐλὰν Μαλιάδων νυμφᾶν Σπερχειοῦ τε παρʼ ὄχθας, ἵνʼ ὁ χάλκασπις ἀνὴρ θεοῖς πλάθει πατρὸς θείῳ πυρὶ παμφαής, Οἴτας ὑπὲρ ὄχθων. Νεοπτόλεμος ἕρπʼ, εἰ θέλεις. τί δή ποθʼ ὧδʼ ἐξ οὐδενὸς λόγου σιωπᾷς κἀπόπληκτος ὧδʼ ἔχει; Φιλοκτήτης ἀᾶ, ἀᾶ. Νεοπτόλεμος τί δʼ ἔστιν; Φιλοκτήτης οὐδὲν δεινόν· ἀλλʼ ἴθʼ, ὦ τέκνον. Νεοπτόλεμος μῶν ἄλγος ἴσχεις τῆς παρεστώσης νόσου; Φιλοκτήτης οὐ δῆτʼ ἔγωγʼ, ἀλλʼ ἄρτι κουφίζειν δοκῶ. ὦ θεοί. Νεοπτόλεμος τί τοὺς θεοὺς ὧδʼ ἀναστένων καλεῖς; Φιλοκτήτης σωτῆρας αὐτοὺς ἠπίους θʼ ἡμῖν μολεῖν. ἀᾶ, ἀᾶ. Νεοπτόλεμος τί ποτε πέπονθας; οὐκ ἐρεῖς, ἀλλʼ ὧδʼ ἔσει σιγηλός; ἐν κακῷ δέ τῳ φαίνει κυρῶν. Φιλοκτήτης ἀπόλωλα, τέκνον, κοὐ δυνήσομαι κακὸν κρύψαι παρʼ ὑμῖν, ἀτταταῖ· διέρχεται διέρχεται. δύστηνος, ὦ τάλας ἐγώ.